Diego Rivera,Girl with Lilies Painting |
ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ -ΑΓΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ-ΚΕΦΑΛΑΙΟΝ Α'
Εὐαγγέλιον κατὰ Ματθαῖον (Κεφ. 1, 18-25)
[...]Τοῦ᾽Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν΄ μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾽Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. ᾽Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ, ἄγγελος Κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων΄ ᾽Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου΄ τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. Τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν΄ αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Προφήτου λέγοντος΄᾽Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ᾽Εμμανουήλ΄ ὅ ἐστι μεθερμηνευόμενον, μεθ᾽ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ ᾽Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου΄ καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκεν τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον΄ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν.[...]
~
από CaRiNa
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου